Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.152 Joseph. AJ 6.156 (English) >>Joseph. AJ 6.160

6.154 Σαοῦλος ἀσεβῆσαι μὲν ἔλεγεν, ἀγένητα δὲ ποιῆσαι τὰ πεπραγμένα μὴ δύνασθαι· τιμῆσαί γε μὴν αὐτὸν παρεκάλει τοῦ πλήθους ὁρῶντος σὺν αὐτῷ παραγενόμενον τὸν θεὸν προσκυνῆσαι. δίδωσι δὲ τοῦτο Σαμουῆλος αὐτῷ καὶ συνελθὼν προσκυνεῖ τῷ θεῷ. 6.155ἄγεται δὲ καὶ τῶν Ἀμαληκιτῶν βασιλεὺς Ἄγαγος πρὸς αὐτόν· καὶ πυνθανομένου, πῶς εἴη πικρὸς θάνατος, εἶπενὡς σὺ πολλὰς μητέρας Ἑβραίων ἐπὶ τέκνοις ὀδύρεσθαι καὶ πένθος ἄγειν ἐποίησας, οὕτως ὀδυνήσεις ἐπὶ σαυτῷ διαφθαρέντι τὴν μητέρα.” καὶ κελεύει παραχρῆμα αὐτὸν ἐν Γαλγάλοις ἀποθανεῖν. καὶ αὐτὸς δὲ εἰς Ἅρμαθον πόλιν ἀπαλλάσσεται. 6.156

Σαοῦλος δὲ βασιλεὺς αἰσθόμενος ὧν πειραθείη κακῶν ἐχθρὸν αὑτῷ τὸν θεὸν κατασκευάσας, εἰς τὸ βασίλειον ἀναβαίνει Γαβᾶ, σημαίνει βουνὸν ἑρμηνευόμενον τὸ ὄνομα, καὶ μετʼ ἐκείνην οὐκέτι τὴν ἡμέραν εἰς ὄψιν ἔρχεται τῷ προφήτῃ. 6.157Σαμουήλῳ δὲ λυπουμένῳ περὶ αὐτοῦ παύσασθαι μὲν τῆς φροντίδος ἐκέλευσεν θεός, λαβόντι δὲ τὸ ἅγιον ἔλαιον εἰς Βηθλέμην ἀπελθεῖν πόλιν πρὸς Ἰεσσαῖον παῖδα Ὠβήδου καὶ χρῖσαι τῶν υἱῶν αὐτοῦ ὃν ἂν αὐτὸς ἐπιδείξῃ βασιλέα γενησόμενον. δὲ εὐλαβεῖσθαι φήσας, μὴ τοῦτο μαθὼν Σαοῦλος ἀνέλῃ λοχήσας αὐτὸν καὶ φανερῶς, ὑποθεμένου τοῦ θεοῦ καὶ δόντος ἀσφαλείας ὁδὸν ἧκεν εἰς τὴν προειρημένην πόλιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.152 Joseph. AJ 6.156 (English) >>Joseph. AJ 6.160

Powered by PhiloLogic